Circumcision of our Lord, God and Savior Jesus Christ
January 1
Matins Gospel Reading
Gospel According to John 10:1-9
English
The Lord said to the Jews who had come to him, "Truly, truly, I say to
you, he who does not enter the sheepfold by the door but climbs in by
another way, that man is a thief and a robber; but he who enters by the
door is the shepherd of the sheep. To him the gatekeeper opens; the
sheep hear his voice, and he calls his own sheep by name and leads them
out. When he has brought out all his own, he goes before them, and the
sheep follow him, for they know his voice. A stranger they will not
follow, but they will flee from him, for they do not know the voice of
strangers." This figure Jesus used with them, but they did not
understand what he was saying to them. So Jesus again said to them,
"Truly, truly, I say to you, I am the door of the sheep. All who came
before me are thieves and robbers; but the sheep did not heed them. I am
the door; if any one enters by me, he will be saved, and will go in and
out and find pasture."
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω
ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ
ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος
διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ
πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾽ ὄνομα καὶ
ἐξάγει αὐτά. καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν
πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν
αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ, ὅτι
οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ
᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν
αὐτοῖς ὁ ᾿Ιησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν
προβάτων. πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ
ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ,
σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Epistle Reading
Prokeimenon. Mode 1.
Psalm 48.3,1
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη.
Psalm 48.3,1
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη.
The reading is from St. Paul's Letter to the Colossians 2:8-12
English
Brethren, see to it that no one makes a prey of you by philosophy and
empty deceit, according to human tradition, according to the elemental
spirits of the universe, and not according to Christ. For in him the
whole fulness of deity dwells bodily, and you have come to fulness of
life in him, who is the head of all rule and authority. In him also you
were circumcised with a circumcision made without hands, by putting off
the body of flesh in the circumcision of Christ; and you were buried
with him in baptism, in which you were also raised with him through
faith in the working of God, who raised him from the dead.
Προκείμενον. Ήχος α' .
ΨΑΛΜΟΙ 48.3,1
Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.
Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.
Πρὸς Κολοσσαεῖς 2:8-12 τὸ ἀνάγνωσμα
Greek
Greek
Ἀδελφοί, βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καί ἐστε ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας· ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.
Gospel Reading
Gospel According to Luke 2:20-21, 40-52
English
At that time, the shepherds returned, glorifying and praising God for
all they had heard and seen, as it had been told them. And at the end of
eight days, when he was circumcised, he was called Jesus, the name
given by the angel before he was conceived in the womb. And the child
grew and became strong, filled with wisdom; and the favor of God was
upon him. Now his parents went to Jerusalem every year at the feast of
the Passover. And when he was twelve years old, they went up according
to custom; and when the feast was ended, as they were returning, the boy
Jesus stayed behind in Jerusalem. His parents did not know it, but
supposing him to be in the company they went a day's journey, and they
sought him among their kinsfolk and acquaintances; and when they did not
find him, they returned to Jerusalem, seeking him. After three days,
they found him in the temple, sitting among the teachers, listening to
them and asking them questions; and all who heard him were amazed at his
understanding and his answers. And when they saw him they were
astonished; and his mother said to him, "Son, why have you treated us
so? Behold, your father and I have been looking for you anxiously." And
he said to them, "How is it that you sought me? Did you not know that I
must be in my Father's house?" And they did not understand the saying
which he spoke to them. And he went down with them and came to Nazareth,
and was obedient to them; and his mother kept all these things in her
heart. And Jesus increased in wisdom and in stature, and in favor with
God and man.
Greek
Τῷ καιρῷ ἐκείνῳ, ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν
Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. Καὶ ὅτε
ἐπλήσθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα
αὐτοῦ ᾿Ιησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν
τῇ κοιλίᾳ. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον
σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτό. Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾿
ἔτος εἰς ῾Ιερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα,
ἀναβάντων αὐτῶν εἰς ῾Ιεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆςκαὶ τελειωσάντων
τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν ᾿Ιησοῦς ὁ παῖς ἐν
῾Ιερουσαλήμ, καὶ οὐκ ἔγνω ᾿Ιωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ. νομίσαντες δὲ αὐτὸν
ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς
συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς· καὶ μὴ εὑρόντες αὐτὸν ὑπέστρεψαν εἰς
῾Ιερουσαλὴμ ζητοῦντες αὐτόν. καὶ ἐγένετο μεθ᾿ ἡμέρας τρεῖς εὗρον αὐτὸν
ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ
ἐπερωτῶντα αὐτούς· ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει
καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς
αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε· τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ
σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐζητεῖτέ
με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; καὶ αὐτοὶ οὐ
συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. καὶ κατέβη μετ᾿ αὐτῶν καὶ ἦλθεν εἰς
Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα
τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ ᾿Ιησοῦς προέκοπτε σοφίᾳ καὶ
ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.